Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.120.4 Hdt. 4.122.2 (English) >>Hdt. 4.124.1

4.121.1 ταῦτα οἱ Σκύθαι βουλευσάμενοι ὑπηντίαζον τὴν Δαρείου στρατιήν, προδρόμους ἀποστείλαντες τῶν ἱππέων τοὺς ἀρίστους. τὰς δὲ ἁμάξας ἐν τῇσι σφι διαιτᾶτο τὰ τέκνα καὶ αἱ γυναῖκες πάσας καὶ τὰ πρόβατα πάντα, πλὴν ὅσα σφι ἐς φορβὴν ἱκανὰ ἦν τοσαῦτα ὑπολιπόμενοι, τὰ ἄλλα ἅμα τῇσι ἁμάξῃσι προέπεμψαν, ἐντειλάμενοι αἰεὶ τὸ πρὸς βορέω ἐλαύνειν.

ch. 122 4.122.1 ταῦτα μὲν δὴ προεκομίζετο. τῶν δὲ Σκυθέων οἱ πρόδρομοι ὡς εὗρον τοὺς Πέρσας ὅσον τε τριῶν ἡμερέων ὁδὸν ἀπέχοντας ἀπὸ τοῦ Ἴστρου, οὗτοι μὲν τούτους εὑρόντες, ἡμέρης ὁδῷ προέχοντες, ἐστρατοπεδεύοντο τὰ ἐκ τῆς γῆς φυόμενα λεαίνοντες, 4.122.2 οἱ δὲ Πέρσαι ὡς εἶδον ἐπιφανεῖσαν τῶν Σκυθέων τὴν ἵππον, ἐπήισαν κατὰ στίβον αἰεὶ ὑπαγόντων· καὶ ἔπειτα (πρὸς γὰρ τὴν μίαν τῶν μοιρέων ἴθυσαν) οἱ Πέρσαι ἐδίωκον πρὸς ἠῶ τε καὶ ἰθὺ Τανάιδος. 4.122.3 διαβάντων δὲ τούτων τὸν Τάναιν ποταμὸν οἱ Πέρσαι ἐπιδιαβάντες ἐδίωκον, ἐς τῶν Σαυροματέων τὴν χώρην διεξελθόντες ἀπίκοντο ἐς τὴν τῶν Βουδίνων.

ch. 123 4.123.1 ὅσον μὲν δὴ χρόνον οἱ Πέρσαι ἤισαν διὰ τῆς Σκυθικῆς καὶ τῆς Σαυρομάτιδος χώρης, οἱ δὲ εἶχον οὐδὲν σίνεσθαι ἅτε τῆς χώρης ἐούσης χέρσου· ἐπείτε δὲ ἐς τὴν τῶν Βουδίνων χώρην ἐσέβαλλον, ἐνθαῦτα δὴ ἐντυχόντες τῷ ξυλίνῳ τείχεϊ, ἐκλελοιπότων τῶν Βουδίνων καὶ κεκενωμένου τοῦ τείχεος πάντων, ἐνέπρησαν αὐτό.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.120.4 Hdt. 4.122.2 (English) >>Hdt. 4.124.1

Powered by PhiloLogic